Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 19.195 Joseph. AJ 19.199 (English) >>Joseph. AJ 19.204

19.197οἱ δέ, ὡς λόγου τοῦ περὶ τῶν συνωμοτῶν ἐπιφοιτήσαντος Γαΐῳ κελεύσειεν μηδὲν εἰς ἀναβολὰς ἀλλʼ ἐκ τοῦ ὀξέος πάντας μεταχειρισάμενον αὐτούς, κἂν εἰ μηδὲν ἀδικοῖεν, ἐν ἀδεεῖ κινδύνων καταστῆναι, καὶ τοῦτʼ εἶναι τὸ ἐπονειδιζόμενον, ὡς προηγορευκυίας διαπράξασθαι μαλακῷ γεγονότι. 19.198καὶ τὰ μὲν λεχθέντα ὑπὸ τῆς Καισωνίας καὶ ὁποῖα οἱ ἄνθρωποι περὶ αὐτῆς ἐφρόνουν ταῦτα ἦν. δὲ ἐπεὶ θεᾶται τὴν πρόσοδον τοῦ Λούππου τό τε σῶμα τοῦ Γαΐου προυδείκνυεν καὶ ἆσσον ἰέναι παρεκάλει μετʼ ὀλοφυρμοῦ καὶ δακρύων. 19.199ἐπεὶ δὲ τῇ διανοίᾳ συνεστηκότα ἑώρα τὸν Λοῦππον, καὶ μηδὲν προσιόντα ὡς ἐπὶ πρᾶξιν οὐκ αὐτῷ κεχαρισμένην, γνωρίσασα ἐφʼ τι ἐχώρει τήν τε σφαγὴν ἐγύμνου καὶ πάνυ προθύμως ποτνιωμένη ὁποῖα εἰκὸς τοὺς οὕτω σαφῶς ἐν ἀπογνώσει τοῦ ζῆν γεγονότας καὶ κελεύουσα μὴ μέλλειν ἐπὶ τελειώσει τοῦ δράματος οὗ ἐπʼ αὐτοῖς συνέθεσαν. 19.200καὶ ἥδε μὲν εὐψύχως ταύτῃ τελευτᾷ ὑπὸ τοῦ Λούππου καὶ ἐπʼ αὐτῇ τὸ θυγάτριον. καὶ Λοῦππος ταῦτα προαπαγγέλλων ἔσπευδεν τοῖς περὶ τὸν Χαιρέαν. 19.201

Γάιος μὲν δὴ τέταρτον ἐνιαυτὸν ἡγεμονεύσας Ῥωμαίων λείποντα τεσσάρων μηνῶν οὕτως τελευτᾷ, ἀνὴρ καὶ πρότερον τῇ ἀρχῇ συνῆλθεν σκαιός τε καὶ κακοτροπίας εἰς τὸ ἄκρον ἀφιγμένος, ἡδονῇ τε ἡσσώμενος καὶ φίλος διαβολῇ, καὶ τὰ μὲν φοβερὰ καταπεπληγμένος καὶ διὰ τοῦτο ἐφʼ οἷς θαρσήσειε φονικώτατος, τῆς τε ἐξουσίας ἐφʼ ἑνὶ μόνῳ πιμπλάμενος τῷ ὑβρίζειν, εἰς οὓς ἥκιστα ἐχρῆν ἀλόγῳ μεγαλοψυχίᾳ χρώμενος καὶ ποριστὴς ἐκ τοῦ κτείνειν καὶ παρανομεῖν.



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 19.195 Joseph. AJ 19.199 (English) >>Joseph. AJ 19.204

Powered by PhiloLogic